ΒΙΒΛΙΟΝ ΚΟΙΝΗΣ ΠΡΟΣΕΥΧΗΣ
The Book of Common Prayer in Greek.

London: Society for Promoting Christian Knowledge, 1923.


ΔΙΑΦΟΡΟΙ ΕΥΧΑΙ ΚΑΙ ΕΥΧΑΡΙΣΤΙΑΙ
ἀναγινωσκόμεναι πρὸ τῶν δύο τελεθταίων Εὐχῶν τῆς Λιτανείας, ἢ τῆς
Πρωινῆς καὶ τῆς Ἑσπερινῆς Ἀκολουθίας.

ΕΥΧΑΙ

¶ Ἐπὶ Ἀνομβρίας.

Ὁ Θεὸς ὁ ἐπουράνιος Πατήρ, ὁ διὰ τοῦ Υἱοῦ σου Ἰησοῦ Χριστοῦ πᾶσι τοῖς ζητοῦσι τὴν Βασιλείαν σου καὶ τὴν δικαιοσύνην αὐτῆς πάντα τὰ ἀναγκαῖα τῇ σωματικῇ αὐτῶν διατροφῇ ἐᾶγγειλάμενος. Αὐτὸς κατάπεμψον ἡμῖν, δεόμεθά σου ἐν τῇ παρούσῃ ἡμῶν ἀνάγκῃ, τοιοῦτον ὑετὸν μέτριον καὶ ὄμβρους, ὥστε ἀπολαβεῖν ἡμᾶς τοὺς καρποὺς τῆς γῆς εἰς παραμυθίαν ἡμετέραν, καὶ εἰς τὴν σὴν τιμήν, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἀμήν.

¶ Ἐπὶ Πολυομβρίας.

ΠΑντοκράτορ Κύριε ὁ Θεός, ὁ ποτὲ διὰ τὰς ἁμαρτίας τῶν ἀνθρώπων τὸν κόσμον πάντα ἐκτὸς ὀκτὼ ψυχῶν κατακλύσας, καὶ μετέπειτα διὰ τὸ μέγα σου ἔλεος ἐπαγγειλάμενος μηδέποτε πάλιν αὐτὸν οὕτως ἀπολέσαι. Ταπεινῶς δεόμεθά σου, ἵνα εἰ καὶ διὰ τὰς ἀνομιας ἡμῶν ἄξιοί ἐσμεν ἐπιδημίας ὄμβρου καὶ ὑδάτων, ἀλλ᾽ ἐπὶ τῇ ἀληθινῇ ἡμῶν μετανοίᾳ παράσχῃς ἡμῖν εὐκρασίαν ἀέρων, ὤστε τοὺς καρποὺς τῆς γῆς ἐν εὐκαιρίᾳ ἀπολαβεῖν, καὶ μαθεῖν διὰ τῆς σῆς τιμωρίας τὸν βίον διορθώσασθαι, καὶ ὑπὲρ τῆς χρηστότητός σου ἀποδοῦναί σοι αἶνον καὶ δόξαν, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἀμήν.

¶ Ἐπὶ Αὐχμῷ καὶ Λιμῷ.

Ὁ Θεὸς ὁ ἐπουράνιος Πατήρ, οὗτινος δώρημά ἐστιν ὅτι καταπίπτει ὁ ὑετός, καρποφορεῖ ἡ γῆ, αὐξάνεται τὰ θηρία, καὶ πληθύνονται οἱ ἰχθύες. Αὐτὸς ἐπίβλεψον,

 

 

 

 

 

¶ Ἡ αὔτη.

Ὁ Θεὸς ὁ Παντοκράτωρ, ὁ πάντων τῶν ἀγαθῶν δωρεῶν χορηγός, ὁ τῇ θείᾳ σου προνοίᾳ διάφορα τάγματα ἐν τῇ Ἐκκλησίᾳ σου καταστησάμενος. Δεόμεθα σου ταπεινῶς, δὸς τὴν χάριν σου πᾶσι τοῖς καλουμένοις εἰς ἀξίωμά τι καὶ διοίκησιν ἐν αὐτῇ. καὶ οὕτως ἔμπλησον αὐτοὺς τῆς ἀληθείας τῆς σῆς διδασκαλίας, καὶ δώρεσαι αὐτοῖς βίον ἄμεμπτον, ὥστε πιστῶς ὑπηρετεῖν ἐνώπιόν σου, εἰς δόξαν τοῦ μεγάλου Ὀνόματός σου, καὶ εἰς ὠφέλειαν τῆς ἁγίας σου Ἐκκλησίας, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἀμήν.

¶ Εὐχὴ δυναμένη ἀναγινώσκεσθαι μετὰ τὸ τέλος οἱασδήποτε τῶν προηγουμένων Εὐχῶν.

Ὁ Θεός, ὁ ἐκ φύσεως καὶ ἰδιότητος πάντοτε ἐλεῶν καὶ συγχωρῶν, πρόσδεξαι τὰς ταπεινὰς ἡμῶν αἰτήσεις. εἰ δὲ καὶ ἐσφιγμένοι ἐσμεν τῇ σειρᾷ τῶν ἁμαρτιῶν ἡμῶν, ἀλλὰ δὸς ἵνα ἡ εὐσπλαγχνία τοῦ μεγάλου σου ἐλέους ἀπολύσῃ ἡμᾶς, εἰς τιμὴν τοῦ Μεσίτου καὶ Παρακλήτου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν.

¶ Εὐχὴ ὑπὲρ τοῦ ὑψηλοῦ Δικαστηρίου τοῦ Παρλαμέντου ἀναγινωσκομένη διαρκούσης τῆς Συνόδου αὐτῆς.

ΠΟλυέλεε Θεέ, ταπεινῶς δεόμεθα σου, ὡς ἐν γένει ὑπὲρ τοῦ Βασιλείου τούτου, οὕτως ἰδίᾳ ὑπὲρ τοῦ ὑψηλοῦ Δικαστηρίου τοῦ Παρλαμέντου, τοῦ ὑπὸ τὸν εὐσεβέστατον καὶ εὐμενέστατον Βασιλέα ἡμῶν ἐν τούτῳ τῷ καιρῷ συνελθόντος. Ἵνα εὐδοκήσῃς διευθῦναι καὶ εὐοδῶσαι πάσας τὰς διασκέψεις αὐτῶν εἰς προκοπὴν τῆς δόξης σου, εἰς ὠφέλειαν τῆς Ἐκκλησίας σου, καὶ εἰς σωτηρίαν, τιμὴν καὶ εὐημερίαν τοῦ Βασιλέως ἡμῶν καὶ τῶν Κτήσεων αὐτοῦ. ἵνα πάντα διὰ τῶν προσπηαθειῶν αὐτῶν οὕτω διοικηθῶσιν καὶ καταρτισθῶσιν ἐπὶ τῶν ἀρίστων καὶ ἑδραιωτάτων θεμελίων, ὥστε εἰρήνην καὶ εὐδαιμονίαν, ἀλήθειαν καὶ δικαιοσύνην, θρησκείαν καὶ εὐσέβειαν βεβαιωθῆναι παρ᾽ ἡμῖν εἰς πάσας τὰς γενεάς. Ταύτας καὶ τὰς λοιπὰς αὐτῶν τε καὶ ἡμῶν καὶ ὅλης τῆς Ἐκκλησίας σου ἀνάγκας ταπεινῶς αἰτούμεθα ἐν τῷ Ὀνόματι καὶ Μεσιτείᾳ τοῦ εὐλογητοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν.

 


ΕΥΧΑΡΙΣΤΙΑΙ

¶ Εὐχαριστία Γενική.

Ὁ Θεὸς ὁ Παντοκράτωρ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν, ἡμεῖς οἱ ἀνάξιοι δοῦλοί σου ἀποδίδομέν σοι ταπεινοτάτας καὶ ἐγκαρδίους εὐχαριστίας ὑπὲρ πάσης τῆς ἀγαθότητος καὶ φιλοστοργίας σου τῆς πρὸς ἡμᾶς καὶ πάντας τοὺς ἀνθρώπους γενομένης. [* ἐν πρώτοις πρὸς τοὺς θέλοντας νῦν προσενεγκεῖν σοι τοὺς αἴνους καὶ τᾶς εὐχαριστίας ]

* Τοῦτο λεκτέον