ΒΙΒΛΙΟΝ ΚΟΙΝΗΣ ΠΡΟΣΕΥΧΗΣ
The Book of Common Prayer in Greek.
London: Society for Promoting Christian Knowledge, 1923.
Τranscribed by Richard Mammana, 2018.
ΑΚΟΛΟΥΘΙΑ
ΕΣΠΕΡΙΝΗΣ ΠΡΟΣΕΥΧΗΣ
ΚΑΘ' ΕΚΑΣΤΗΝ ΕΜΕΡΑΝ ΤΟΥ ΕΝΙΑΥΤΟΥ¶ Ἐν ἀρχῇ τῆς Ἑσπερινῆς Ἀκολουθίας ὁ Λειτουργὸς ἀναγινώσκει ἐκφώνως ἓν ἣ πλείω τῶν ἐφεξῆς χωρίων τῆς Γραφῆς. Εἶτα λέγει τὸ μετὰ τὰ δηλωθέντα χωρία ἑπόμενον.
ΕΝ τῷ ἀποστρεψαι ῾ἄνομον ἀπὸ τῆς ἀνομίας αὐτοῦ ἧς ἐποίσε, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην, οὓτος τὴν ψυχὴν αὐτοῦ ἐφύλαξε.
Τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον.
Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμήνην ὁ Θεὸς οὐκ ἐξουδενώσει.
Διαρρήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν, καὶ ἐπιστράφητε πρὸς Κύριον τὸν Θεὸν ὑμῶν· ὅτο ἐλεήμων, καὶ οἰκτίρμων ἐστί, μακρόθυμος, καὶ πολυέλεος, καὶ μετανοῶν ἐπὶ ταῖς κακίαις.
Τῷ Κυρίῳ ἡ δικαιοσύνη καὶ τὸ ἔλεος, ὅτι ἀπέστημεν ἀπ᾽ αὐτοῦ· καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, κατακολουθῆσαι τῷ νόμῳ αὐτοῦ, ᾥ ἔδωκεν ἐνώπιον ἡμῶν.
Παίδευσόν με, Κύριε πλὴν ἐν κρίσει· μὴ ἐν θυμῷ σου, ἵνα μὴ ὀλίγον με ποιήσῃς.
Μετανοεῖτε· ἤγγικε γαρ ἡ Βασιλεία τῶν Οὐρανῶν.
Ἀναστὰς ποεύσομαι πρὸς τὸν Πατέρα μου, καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἅμαρτον εἰς τὸν Οὐρανόν, καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.
Μὴ εἰσελθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, Κύριε· ὃτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ἐὰν εἴπωμεν ὃτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν, καὶ ἡ ἀλήθεια οὐκ ἔστιν ἐν ἡμιν. Ἐὰν ὁμολογῶμεν τὰς ἁμαρτίας ἡμῶν, πιστός ἐστι καὶ δίκαιος ἳνα ἀφῇ ἡμῖν τὰς ἁμαρτίας, καὶ καθαρίσῃ ἡμᾶς ἀπὸ πάσης ἀδικίας.
ἈΔελφοὶ ἀγαπητοὶ, ἐν πολλοῖς χωρίοις παρακαλεῖ ἡμᾶς ἡ Γραφὴ ἵνα ὁμολογήσωμεν καὶ ἐξαγορεύσωμεν τὰς πολυειδεῖς ἡμῶν ἁμαρτίας καὶ κακίας, καὶ μὴ ἀποκρυψώμεθα μηδὲ καλύψωμεν αὐτὰς ἐνώπιον τοῦ Παντοκράτορος Θεοῦ τοῦ ἐπουρανίου Πατρὸς ἡμῶν, ἀλλ᾽ ἐν καρδίᾳ ταπεινῇ, πρᾳεία, μετανοούσῃ, καὶ ὑπηκόῳ ἐξαγορεύσωμεν αὐτάς, εἰς τὸ τυχεῖν τῆς ἀφέσεως αὐτῶν διὰ τῆς ἀπείρου αὐτοῦ ἀγαθότητος καὶ εὐσπλαγχνίας. Εἰ δὲ καὶ ἐν παντὶ καιρῷ δεῖ ἡμᾶς τὰς ἁμαρτίας ἡμῶν ταπεινοφρόνως ὁμολογῆσι ἐνώπιον τοῦ Θεοῦ, ἀλλὰ πρὸ πάντων τοῦτο δεῖ ἡμᾶς ποιῆσαι, ὅταν συνερχώμεθα ἐπὶ τὸ αὐτό, καὶ συναγώμεθα, εἰς τὸ εὐχαριστῆσαι ὑπὲρ τῶν μεγάλων εὐεργεσιῶν τῶν παρ᾽αὐτοῦ ἀποληφθεισῶν, καὶ τὸ ἐξαγγεῖλαι αὐτοῦ τὴν ἀξιοπρεπεστάτην αἴνεσιν, καὶ τὸ ἀκοῦσαι τὸν πανάγιον λόγον αὐτοῦ, καὶ τὸ αἰτήσασθαι τὰ συμφέροντα καὶ ἀναγκαῖα σώματί τε καὶ ψυχῇ. Διὸ παρακαλῶ ὑμᾶς καὶ ἱκετεύω, τοὺς περιεστῶτας, ἵνα μετὰ καθαρᾶς καρδίας καὶ ταπεινῆς φωνῆς προσέλθητε σὺν ἐμοὶ τῷ θρόνῳ τῆς οὐρανίου χάριτος, ἐπαναλέγοντες μετ᾽ἐμέ.
¶ Ἐξομολόγησις γενικὴ ἀπαγγελλομένη μετὰ τὸν Λειτουργὸν ὑπὸ παντὸς τοῦ Ἐκκλησιάσματος, πάντων γονυκλινόντων.
ΠAντοκράτορ καὶ πολυέλεε Πάτερ· Ἐπλανήθημεν, καὶ παρεξετράπημεν τῶν ὁδῶν σου ὡσεὶ πρόβατα ἁπολωλότα. Ἠκολουθήσαμεν καθ᾽ ὑπερβολὴν ταῖς ἐπινοίαις καὶ ἐπιθυμίαις τῶν καρδιῶν ἡμῶν. Παρέβημεν τὰς ἁγίας ἐντολάς σου. Οὐκ ἐποιήσαμεν ἅ ἔδει ποιῆσαι· Καὶ ἐποιήσαμεν ἃ οὐκ ἔδει ποιῆσαι· Καὶ ἐν ἡμῖν οὐκ ἔστι σωτηρία. Ἀλλὰ σύ, Κύριε, ἐλέησον ἡμᾶς τοὺς ἀθλίους ἁμαρτωλούς. Φεῖσαι, ὁ Θεός, τῶν τὰ οἰκεῖα πταίσματα ἐξομολογουμένων. Κατάρτισον τοὺς μετανοοῦντας· Κατὰ τὰς ἐπαγγελἰας σου τὰς ἐξαγγελθείσας τῷ γένει τῶν ἀνθρώπων ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίοῳ ἡμῶν. Καὶ δι᾽ αὐτὸν παράσχου, πολυέλεε Πάτερ· Ἵνα τοῦ λοιποῦ εὐσεβῶς, δικαίως, καὶ σωφρόνως ζήσωμεν, Εἰς δόξαν τοῦ ἁγίου σου Ὀνόματος. Ἀμήν.
¶ Ἄφεσις ἁμαρτιῶν ἀπαγγελλομένη ὑπὸ μόνου τοῦ Ἱερέως, ἑστῶτος, κονυκλίνοντος ἔτι τοῦ λαοῦ.
Ὁ Θεὸς ὁ Παντοκράτωρ, ὁ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ μὴ θέλων τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡσ τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς πονηρίας, καὶ ζῆν αύτόν· ὁ καὶ τοῖς Λειτουργοῖς αὐτοῦ ἐξουσίαν δοὺς καὶ ἐντειλάμενος, ἵνα τῷ λαῷ αὐτοῦ μετανοοῦντι, τὴν συγχώρησιν καὶ ἄφεσιν τῶν ἁμαρτιῶν αὐτῶν διακηρύξωσι καὶ ἀπαγγείλωσιν· Αὐτὸς συγχωρεῖ καὶ ἀφίσι τὰς ἁμαρτίας πάντων τῶν ἀληθῶς μετανοούντων, καὶ τῷ ἁγίῳ αὐτοῦ Εύαγγελίῳ εἰλικρινῶς πιστευόντων. Διὸ δεηθῶμεν αὐτοῦ ἵνα χαρίσηεται ἡμῖν ἀληθινὴν μετάνοιαν, καὶ τὸ ἅγιον αὐτοῦ Πνεῦμα, ἵνα πάντα ὅσα πράττομεν ἐν τῷ παρόντι, εύαρεστῶσιν αὐτῷ, καὶ ἵνα ὁ λοιπὸς ἡμῶν βίος εἰς τὸ ᾽ἑξῆς ἁγνὸς καὶ ἅγιος ᾖ, ὥστε ἐν τἐλει εἰς τὴν αἰωνίαν αὐτοῦ καταντήσωμεν εὐφροσύνη, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἀμήν.
¶ Εἶτα γυνυκλίνας ὁ Λειτουργὸς λέγει ἐκφώνως τὴν Κυριακὴν Προσευχήν· γονυκλίνοντος καὶ τοῦ λαοῦ, καὶ μετ᾽ αὐτοῦ λέγοντος αὐτῆν.
ΠAτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον Kαὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ὅτι σοῦ ἐστιν ἡ βασιλεία, Ἡ δύναμις, καὶ ἡ Δόξα, Εἰς τοὺς αἰωνας τῶν αἰὠνων. ̓Αμήν.
¶ Εἶτα ὡσαύτως λέγει,
Κύριε, τὰ χείλη ἡμῶν ἄνοιξον.
Ἀπόκρισις.
Καὶ τὸ στόμα ἡμῶν ἀναγγελεῖ τὴν αἲνεσίν σου.
Ὁ Ἱερεύς.
Ὁ Θεός, εἰς τὴν βοήθειαν ἡμῶν πρόσχες.
Ἀπόκρισις.
Κύριε, εἰς τὸ βοηθῆσαι ἡμῖν σπεῦσον.
¶ Ἐνταῦθα, πάντων ἀνισταμένων, ὁ Ἱερεὺς λέγει,
Δόξα τῷ Πατρί, καὶ τῷ Υἱῷ: καὶ τῷ ἁγίῳ Πνεύματι.
Ἀπόκρισις.
Ὥσπερ ἐν ἀρχῇ, καὶ νῦν, καὶ ἀεί: καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὁ Ἱερεύς.
Αἰνεῖτε τὸν Κύριον.
Ἀπόκρισις.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον.
¶ Εἶτα ἀναγινώσκονται ἣ ψάλλονται οἱ Ψαλμοὶ καθὼς διατεταγμένοι εἰσίν. Εἶτα Ἀνάγνωσμα τῆς Παλαιᾶς Διαθήκης, καθὼς ἐνδιατέτακται· Καὶ μετὰ τοῦτο, τὸ Magnificat (ἤτοι ἡ ᾨδὴ τῆς μακαρίας Παρθένου Μαρἰας) ὡς ἓπεται.
ΜΕγαλύνει ἡ ψυχή μου τὸν Κύριον: καὶ ἡγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου.
Ὅτι ἐπέβλεψεν: ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
Ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦν: μακαριοῦσί νε πᾶσαι αἱ γενεαί.
Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατός: καὶ ἅγιον τὸ Ὄνομα αὐτοῦ.
Καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν: τοῖς φοβουμένοις αὐτοῦ.
Ἐποίησε κράτος ἐν βραχίονι αὑτοῦ: διεσκόρπισεν ὑπερηφανους διανοίᾳ καρδίας αὐτῶν.
Καθεῖλε δυνάστας ἀπὸ θρόνων: καὸ ὕψωσε ταπεινούς.
Πεινῶντας ἐνέπλησεν ἀγαθῶν: καὶ πλουτοῦντας ἐξαπέστειλε κενούς.
Ἀντελάβετο Ἰσραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους: καθὼς ἐλάλησε πρὸς τοὺς πατέρας ἡμῶν, τῷ Ἀβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.
Δόξα τῷ Πατρί, καὶ τῷ Υἱῷ: καὶ τῷ ἁγίῳ Πνεύματι.
Ὥσπερ ἐν ἀρχῇ, καὶ νῦν, καὶ ἀεί: καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.¶ Ἤ ὁ Ψαλμὸς οὕτος, ἐκτὸς τῆς ἐννεακαιδεκάτης ἑκάστου μηνός, ὅτε ἀναγινώσκεται ἐν τῇ συνήθει τάξει τῶν Ψαλμῶν.
Cantate Domino.
ἌΣατε τῷ Κυρίῳ ᾆσμα καινόν: ὅτι θαυμαστὰ ἐποίησεν Κύριος.
Ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ: καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.
Ἐγνώρισεν Κύριος τὸ σωτήριον αὐτοῦ: ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ.
Ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ: εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ: ᾄσατε, καὶ ἀγαλλιᾶσθε, καὶ ψάλατε.
Ψάλατε τῷ Κυρίῳ ἐν κιθάρᾳ: ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ.
Ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης: ἀλαλάξατε ἐνώπιον τοῦ Βασιλέως Κυρίου.
Σαλευθήτω ἡ θάλασσα, καὶ τὸ πλήρωμα αὐτῆς: ἡ οἰκουμένη, καὶ οἱ κατοικοῦντες αὐτήν.
Ποταμοὶ κροτήσουσιν χειρί, ἐπὶ τὸ αὐτὸ τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου Κυρίου: ὅτι ἥκει κρῖναι τὴν γῆν.
Κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ: καὶ λαοὺς ἐν εὐθύτητι.
Δόξα τῷ Πατρί, καὶ τῷ Υἱῷ: καὶ τῷ ἁγίῳ Πνεύματι.
Ὥσπερ ἐν ἀρχῇ, καὶ νῦν, καὶ ἀεί: καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.¶ Εἶτα τὸ Ἀνάγνωσμα τῆς Καινῆς Διαθήκης, καθῶς ἐνδιατέτακται. Καὶ μετὰ τοῦτο, τὸ Nunc dimittis (ἤτοι ἡ ᾨδὴ τοῦ Συμεῶνος), ὡς ἓπεται.
Νυν ἀπολύεις τὸν δοῦλόν σου, Δέσποτα: κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ.
Ὅτι εἶδον οἱ ὀφθαλμοί μου: τὸ σωτήριόν σου,
Ὅ ἡτοίμασας: κατὰ πρόσωπον πάντων τῶν λαῶν.
Φῶς εἰς ἀποκάλυψιν Ἐθνῶν: καὶ δόξαν λαοῦ σου Ἰσραήλ.
Δόξα τῷ Πατρί, καὶ τῷ Υἱῷ: καὶ τῷ ἁγίῳ Πνεύματι.
Ὥσπερ ἐν ἀρχῇ, καὶ νῦν, καὶ ἀεί: καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.¶ Ἢ οὖτος ὁ Ψαλμός (ἑκτὸς τῆς δωδεκάτης ἑκάστου μηνός).
Deus Misereatur.
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, καὶ εὐλογήσαι ἡμᾶς: ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφ᾽ ἡμᾶς, καὶ ἐλεήσαι ἡμᾶς.
Τοῦ γνῶσαι ἐν τῇ γῇ τὴν ὁδον σου: ἐν πᾶσιν ἔθνεσι τὸ σωτήριόν σου.
Ἑξομολογησάσθωσάν σοι λαοἰ, ὁ Θεός: ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη: ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι, καὶ ἔθνη ἐν τῇ γῄ ὁδηγήσεις.
Ἐξομολογησασθωσάν σοι λαοί, ὁ Θεός: εξομολογησάσθωσάν σοι λαοὶ πάντες.
Γῇ ἔδωκε τὸν καρπὸν αὐτῆς: εὐλογήσαι ἡμᾶς ὁ Θεός, ὁ Θεὸς ἡμῶν.
Εὐλογήσαι ἡμᾶς ὁ Θεός: καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.
Δόξα τῷ Πατρί, καὶ τῷ Υἱῷ: καὶ τῷ ἁγίῳ Πνεύματι.
Ὥσπερ ἐν ἀρχῇ, καὶ νῦν, καὶ ἀεί: καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.¶ Εἶτα ἀναγινώσκεται ἢ ψάλλεται τὸ Ἀποστολικὸν Σύμβολον ὑπὸ τοῦ Λειτουργοῦ καὶ τοῦ λαοῦ, ἑστώτων.
Πιστεύω εἰς Θεὸν Πατέρα Παντοκράτορα, Ποιητὴν οὐρανοῦ καὶ γῆς.
Καὶ εἰς Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ, τὸν Κύριον ἡμῶν, Συλληφθέντα ἐκ Πνεύματος ἁγίου, Γεννεθέντα ἐκ Μαρίας τῆσ Παρθένου, Παθόντα ἐπὶ Ποντίου Πιλάτου, Σταθρωθέντα, θανόντα καὶ ταφέντα, Κατελθόντα εἰς ᾅδου· Τῇ τρίτῃ ἡμέρᾳ ἀναστάντα ἐκ τῶν νεκρῶν. Ἀναβάντα εἰς τοὺς οὐρανούς, Καὶ καθήμενον ἐν δεξιᾷ Θεοῦ Πατρὸς Παντοκράτορος· Ὅθεν ἔρχεται κρῖναι ζῶντας καὶ νεκρούς.
Πιστεύω εἰς τὸ Πνεῦμα τὸ ἅγιον· Ἁγίαν Καθολικὴν Ἐκκλησίαν· Ἁγίων Κοινωνίαν· Ἄφεσιν ἁμαρτιῶν· Σαρκὸς ἀνἀστασιν, Καὶ ζωὴν αἰώνιον. Ἀμήν.¶ Καὶ μετὰ τοῦτο, αὗται αἱ Εὐχαὶ αἱ ἑπόμεναι, πάντων εὐλαβῶς γονυκλινόντων, τοῦ Λειτουργοῦ πρῶπον μεγάλῃ τῇ φωνῇ ἐξειπόντος,
Ὁ Κύριος μεθ᾽ ὑμῶν.
Ἀπόκρισις.
Καὶ μετὰ τοῦ πνεύματός σου.
Ὁ Λειτουργός.
Δεηθῶμεν.
Κύριε ἐλέησον ἡμᾶς.
Χριστὲ ἐλέησον ἡμᾶς.
Κύριε ἐλέησον ἡμᾶς.¶ Εἶτα ὁ Λειτουργός, οἱ Κληρικοί, καὶ ὁ λαὸς ἐκφωνοῦσι τὴν Κυριακὴν Προσευχήν.
ΠAτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον Kαὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ̓Αμήν.
¶ Εἶτα ἀνιστάμενος λέγει ὁ Ἱερεύς,
Δεῖξον ἡμῖν, Κύριε, τὸ ἔλεός σου.
Ἀπόκρισις.
Καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.
Ὁ Ἱερεύς.
Κύριε σῶσον τὸν Βασιλέα.
Ἀπόκρισις.
Καὶ ἐπάκουσον ἡμῶν ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλεσώμεθά σε.
Ὁ Ἱερεύς.
Οἱ Ὑπηρέται σου ἐνδύσωνται δικαιοσύνην.
Ἀπόκρισις.
Καἰ οἱ ἐκλεκτοί σου ἀγαλλιάσωνται.
Ὁ Ἱερεύς.
Σῶσον τὸν λαόν σου, Κύριε.
Ἀπόκρισις.
Καὶ εὐλόγησον τὴν κληρονομίαν σου.
Ὁ Ἱερεύς.
Δὸς εἰρήνην ἐν ταῖς ἡμέραις ἡμῶν, Κύριε.
Ἀπόκρισις.
Διότι οὐκ ἔστιν ἄλλος ὁ ὑπερμαχῶν ἡμῶν, εἰ μὴ σὺ μόνος, ὁ Θεός.
Ὁ Ἱερεύς.
Καρδίαν καθαρὰν κτίσον ἐν ἡμῖν, Θεέ.
Ἀπόκρισις.
Καὶ τὸ Πνεῦμα τὸ ἅγιόν σου μὴ ἀντανίλῃς ἀφ᾽ ἡμῶν.
¶ Εἶτα ἐπισυνάπτονται Εὐκαὶ τρεῖς· Ἡ πρώτη τῆς ἡμέρας· Ἡ δευτέρα ὑπὲρ Εἰρήνης· Ἡ τρίτη ὑπὲρ βοηθείας κατὰ παντὸς κινδύνου, ὡς ἀμέσως ἕπονται· Ἐξ ὦν αἱ δύο τελευταῖαι Εὐχαὶ ἀναγινώσκονται καθ᾽ ἑκάστην ἡμέραν κατὰ τὴν Ἑσπερινὴν Ἀκολουθίαν ἄνευ μεταβολῆς τινός.
¶ Εὐχὴ δευτέρα κατὰ τὴν Ἑσπερινὴν Ἁκολουθίαν.
Ὁ Θεός, παρ᾽ οὗ πᾶσαι αἱ ἀγαθαὶ ἐπιθυμίαι, πάντα τὰ ὀρθὰ διανοήματα, καὶ πάντα τὰ δίκαια ἔργα· Δὸς τοῖς δούλοις σου τὴν εἰρήνην ἣν ἀδυνατεῖ ὁ κόσμος δοῦναι, ἵνα αἱ καρδίαι ἡμῶν ταῖς ἐντολαῖς σου ὦσι προσκείμεναι, καί, ἀρθέντος τοῦ φόβου τῶν ἐχθρῶν ἡμῶν, διὰ τῆς σῆς ὑπεραρσπίσεως τὸν βίον ἡμῶν ἐν ἠρεμίᾳ καὶ ἡσυχίᾳ διάγωμεν, διὰ τὴν ἀξιομισθίαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν.
¶ Εὐχὴ τρίτη ὑπὲρ Βοηθείας κατὰ παντὸς κινδύνου.
ΦΩτισον τὴν σκοτίαν ἡμῶν, δεόμεθά σου, Κύριε, καὶ διὰ τὸ πολὺ ἔλεός σου διαφύλαξον ἡμᾶς ἀπὸ παντὸς κινδύνου καὶ περιστάσεως τῆς νυκτὸς ταύτης, διὰ τὴν ἀγάπην τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν.
¶ Ἐν Χοροῖς καὶ ἐάν που ψάλληται, ἐνταῦθα ἕπεται τὸ λεγόμενον Ἀντίφωνον.
¶ Εὐχὴ ὑπὲρ τῆς Βασιλικῆς Μεγαλειότητος.
ΚΥριε, ὁ Πατὴρ ἡμῶν ὁ ἐπουράνιος, ὕψσιστε καὶ κραταιέ, Βασιλεῦ τῶν βασιλευόντων, Κύριε τῶν κυριευόντων, ὁ μόνος Δυνάστης ἀρχόντων, ὁ ἀπὸ τοῦ θρόνου σου ἐπιβλέπων ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν· προθυμότατα παρακαλοῦμεν σε, ἵλεως ἐπίβλεψον ἐπὶ τὸν εὐμενέστατον Κυρίαρχον Δεσπότην ἡμῶν τὸν Βασιλέα ΓΕΩΡΓΙΟΝ, καὶ οὕτως αὐτὸν ἔμπλησον τῆς χάριτος τοῦ ἁγίου σου Πνεύματος, ὥστε διαπαντὸς τῷ θελήματί σου ὑποκλίνειν αὐτόν, καὶ ἐν τῇ ὁδῷ σου περιπατεῖν· Ἔνδυσον αὐτὸν ἀφθόνως δῶρα οὐράνια, χάρισαι αὐτῷ ἐν ὑγείᾳ καὶ εὐθηνίᾳ μακροημερεύειν, κατίσχθσον αὐτὸν εἰς τὸ κατανικῆσαι καὶ καταβαλεῖν πάντας τοὺς ἐχθροὺς αὐτοῦ· καὶ επὶ τέλους μετὰ τοῦτον τὸν Βίον, αἰωνίου ἐφικέσθαι χαρᾶς καὶ μακαριότητος, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἀμήν.
¶ Εὐχὴ ὑπὲρ τῆς Βασιλικῆς Οἰκογενείας.
Ὁ Θεὸς ὁ Παντοκράτωρ, ἡ πηγὴ πάσης τῆς ἀγαθχσύνης, ταπεινῶς δεόμεθά σου, εὐλόγησαν τὴν εὐμενῆ Βασίλισσαν ἡμῶν ΜΑΡΙΑΝ, τὴν Χήραν Βασίλισσαν Ἀλεξάνδραν, Ἐδουάρδον τὸν Πρίγκιπα τῆς Οὐαλλίας, καὶ ἅπασαν τὴν Βασιλικὴν Οἰκογένειαν· Ἔνδυσον αὐτοὺς τὸ ἅγιόν σου Πνεῦμα· πλούτισον αὐτοὺς τῇ οὐρανίῳ σου χάριτι· εὐόδωσον αὐτοὺς πάσῃ εὐδαιμονίᾳ· καὶ ἐπάγαγε αὐτοὺς ἐπὶ τὴν ἀπέραντόν σου βασιλείαν, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἀμήν.
¶ Εὐχὴ ὑπὲρ τοῦ Κλήρου καὶ τοῦ Λαοῦ.
Ὁ Θεὸς ὁ Παντροκράτωρ καὶ αἰώνιος, ὁ ποιῶν θαυμάσια μεγάλα μόνος, κατάπεμψον ἐπὶ πάντα τὰ αὐτοῖς ἐμπεπιστευμένα Ποίμνια, τὸ σωτήριον Πνεῦμα τῆς χάριτός σου· καὶ ἵνα σοι ἀληθινῶς εὐαρεστήσωσιν, ἐπίχεον αὐτοῖς συνεχῶς τὴν δρόσον τῆσ εὐλογίας σου. Τοῦτο μαράσχου, Κύριε, εἰς τιμὴν τοῦ Παρακλήτου καὶ Μεσίτου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν.
¶ Εὐχὴ τοῦ Ἁγίου Κρυσοστόμου.
Ὁ Θεὸς ὁ Παντοκράτωρ, ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισὶ συμφωνοῦσιν ἐπὶ τῷ Ὀνόματί σου, τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος. Αὐτὸς καὶ νῦν, Κύριε, τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον. Ἀμήν.
Βʹ πρὸς Κορινθίους ΙΓʹ.
Ἡ Χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ Ἁγίου Πνεύματος, μετὰ πάντων ἡμῶν εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἐνταῦθα τελευτᾷ ἡ Ἑσπερινὴ Ἀκολουθία δι᾽ὅλου τοῦ ἐνιαυτοῦ.