ΒΙΒΛΙΟΝ ΚΟΙΝΗΣ ΠΡΟΣΕΥΧΗΣ
The Book of Common Prayer in Greek.
London: Society for Promoting Christian Knowledge, 1923.
ΕΥΧΑΡΙΣΤΙΑ EIΣ ΓΥΝΑΙΚΑ ΛΕΧΩ,
Η ΚΟΙΝΩΣ ΛΕΓΟΜΕΝΗ
ΕΚΚΛΗΣΙΑΣΙΣ ΓΥΝΑΙΚΩΝ
Ὁ Λειτουργός.
Γενοῦ αὐτῇ πύργος ἰσχύος.
Ἀπόκρισις.
Ἀπὸ προσώπου ἐχθροῦ αὐτῆς.
Ὁ Λειτουργός.
Εἰσάκουσον, Κύριε, τῆς προσευχῆς ἡμῶν.
Ἀπόκρισις.
Καὶ ἡ κραυγὴ ἡμῶν πρός σε ἐλθέτω.
Ὁ Λειτουργός.
Δεηθῶμεν.
Ὁ Θεὸς ὁ Παντοκράτωρ, ταπεινῶς εὐχαριστοῦμέν σοι διότι ηὐδόκησας τὴν γυναῖκα ταύτην καὶ δούλην σου διασῶσαι ἐκ τῆς μεγάλης ὀδύνης καὶ τοῦ κινδύνου τῆς τεκνογονίας. Παράσχου, δυσωποῦμέν σε, πολυέλεε Πάτερ, ἵνα αὐτὴ διὰ τῆς σῆς βοηθείας πιστῶς τε ἀναστέφηται, καὶ περιπατῇ κατὰ τὸ σὸν θέλημα ἐν ταύτῃ τῇ ζωῇ, καὶ ἐν τῇ μελλούσῃ μέτοχος γένηται τῆς αἰωνίου δόξης, διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Ἀμήν.
¶ Ἡ γυνὴ ἡ ἐρχομένη ἀποδοῦναι τὴν εὐχαριστίαν αὐτῆς, ὀφείλει προσάγειν τὰς συνήθεις προσφοράς. καὶ ἐὰν τύχῃ ἡ Λειτουργία τελουμένη, ἀνήκει ἵνα μεταλάβῃ αὐτὴ τῆς θείας Κοινωνίας.