ΒΙΒΛΙΟΝ ΚΟΙΝΗΣ ΠΡΟΣΕΥΧΗΣ
The Book of Common Prayer in Greek.
London: Society for Promoting Christian Knowledge, 1923.
Ἡ Λιτανεία
¶ Ἐνταῦθα ἕπεται ἡ Λιτανεία, ἤτοι γενικὴ Ἱκεσία, ψαλλομένη ἢ αναγινωσκομένη μετὰ τὴν Πρωινὴν Ἀκολουθίαν καθ᾽ ἑκάστην Κυριακὴν καὶ Τετάρτην καὶ Παρασκευήν, καὶ ἄλλοτε ὁπόταν κελεύσῃ ὁ Ὀρδινάριος.
ΠΑτερ ἐξ οὐρανῶν Θεέ: ἐλέησον ἡμᾶς τοὺς ἐλεεινοὺς ἁμαρτωλούς.
Πάτερ ἐξ οὐρανῶν Θεέ: ἐλέησον ἡμᾶς τοὺς ἐλεεινοὺς ἁμαρτωλούς.Υἱέ, Λυτρωτὰ τοῦ κόσμου, Θεέ: ἐλέησον ἡμᾶς τοὺς ἐλεεινοὺς ἁμαρτωλούς.
Υἱέ, Λυτρωτὰ τοῦ κόσμου, Θεέ: ἐλέησον ἡμᾶς τοὺς ἐλεεινοὺς ἁμαρτωλούς.Πνεῦμα Ἅγιον, τὸ παρὰ Πατρὸς καὶ Υἱοῦ ἐκπορευόμενον, Θεέ: ἐλέησον ἡμᾶς τοὺς ἐλεεινοὺς ἁμαρτωλούς.
Πνεῦμα Ἅγιον, τὸ παρὰ Πατρὸς καὶ Υἱοῦ ἐκπορευόμενον, Θεέ: ἐλέησον ἡμᾶς τοὺς ἐλεεινοὺς ἁμαρτωλούς.Παναγία, μακαρία καὶ ἔνδοξε Τριάς, τρεῖς ὑποστάσεις, εἷς Θεός: ἐλέησον ἡμᾶς τοὺς ἐλεεινοὺς ἁμαρτωλούς.
Παναγία, μακαρία καὶ ἔνδοξε Τριάς, τρεῖς ὑποστάσεις, εἷς Θεός: ἐλέησον ἡμᾶς τοὺς ἐλεεινοὺς ἁμαρτωλούς.Μὴ μνησθῇς, Κύριε, τῶν παραπτωμάτων ἡμῶν ἢ τῶν πατέρων ἡμῶν, μήτε ἐκδικήσῃς ταῖς ἁμαρτίαις ἡμῶν. φεῖσαι ἡμῶν, Κύριε, φεῖσαι τοῦ λαοῦ σου ὃν ἐλυτρώσω τῷ πολυτίμῳ σου αἵματι, καὶ μὴ ὀργίζου ἡμῖν εἰς τέλος.
Φεῖσαι ἡμῶν, Κύριε.
Ἀπὸ παντὸς κακοῦ καὶ πάσης βλάβης, ἀπὸ ἁμαρτίας, ἀπὸ τῶν παγίδων καὶ ἐφόδων τοῦ διαβόλου, ἀπὸ τῆς σῆς ὀργῆς, καὶ ἀπὸ αἰωνίου κατακρίματος,
Ῥῦσαι ἡμᾶς, Κύριε.
Ἀπὸ πάσης πωρώσεως καρδίας, ἀπὸ τύφου, κενοδοξίας, καὶ ὑποκρίσεως. ἀπὸ φθόνου, μίσους, καὶ μνησικακίας, καὶ πάσης ἀφιλανθρωπίας,
Ῥῦσαι ἡμᾶς, Κύριε.
Ἀπὸ πορνείας, καὶ ἁπάςης ἄλλης θανασίμου ἁμαρτίας. καὶ ἀπὸ πασῶν τῶν ἀπατῶν τοῦ κόσμου, τῆς σαρκός καὶ τοῦ διαβόλου,
Ῥῦσαι ἡμᾶς, Κύριε.
Ἀπὸ ἀστραπῆς καὶ καταιγίδος. ἀπὸ πληγῆς, λιμοῦ, καὶ λοιμοῦ. ἀπὸ πολέμου, καὶ φόνου, καὶ ἀπὸ αἰφνιδίου θανάτου,
Ῥῦσαι ἡμᾶς, Κύριε.
Ἀπὸ πάσης στάσεως, συνωμοσίας, καὶ ἀνταρσίας. ἀπὸ πάσης ἑτεροδιδασκαλίας, αἱρέσεως, καὶ σχίσματος. ἀπὸ σκληροκαρδίας, καὶ καταφρονήσεως τοῦ Λόγου σου καὶ τῶν Ἐντολῶν σου,
Ῥῦσαι ἡμᾶς, Κύριε.
Διὰ τοῦ μυστηρίου τῆς θείας σου Ἐνσαρκώσεως. διὰ τῆς ἁγίας σου Γενήσεως καὶ Περιτομῆς. διὰ τῆς Βαπτίσεως, τῆς Νηστείας, καὶ τοῦ Πειρασμοῦ σου,
Ῥῦσαι ἡμᾶς, Κύριε.
Διὰ τῆς Ἀγωνἰας καὶ τοῦ αἱματώδους Ἱδρῶτός σου. διὰ τοῦ Σταυροῦ καὶ τοῦ Πάθους σου. διὰ τοῦ τιμίου σου Θανάτου καὶ τῆς Ταφῆς. διὰ τῆς ἐνδόξου σου Ἀναστάσεως καὶ Ἀναλήψεως. καὶ διὰ τῆς ἐλεύσεως τοῦ Ἁγίου Πνεύματος,
Ῥῦσαι ἡμᾶς, Κύριε.
Ἐν τῷ καιρῷ τῆς θλίψεως ἡμῶν. ἐν τῷ καιρῷ τῆς εὐπραγίας ἡμῶν. ἐν τῇ ὥρᾳ τοῦ θανάτου, καὶ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως,
Ῥῦσαι ἡμᾶς, Κύριε.
Κύριε ὁ Θεός, δεόμεθά σου οἱ ἁμαρτωλοί, ἐπάκουσον ἡμῶν, καὶ εὐδόκησον διοικῆσαι καὶ κυβερβῆσαι τὴν ἁγίαν σου καθόλου Ἐκκλησίαν ἐν ὁδῷ εὐθείᾳ.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον διαφυλάξαι καὶ ἐνισχύσαι ἐν τῇ ἀληθινῇ σου εὐσεβείᾳ, καὶ ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τοῦ βίου, τὸν δοῦλόν σου ΓΕΩΡΓΙΟΝ, τὸν εὐμενέστατον ἡμῶν Βασιλέα καὶ Κυβερνήτην.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον κυβερνῆσαι τὴν καρδίαν αὐτοῦ ἐν τῇ σῇ πίστει, εὐλαβείᾳ, καὶ ἀγαπῃ, καὶ ἵναι πεποιθὼς ᾖ ἐπὶ σοὶ διαπαντός, καὶ πάντοτε ἐπιζητῇ τὴν τιμὴν καὶ δόξαν σου.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον αὐτοῦ εἶναι ὑπερασπιστὴς καὶ φύλαξ, χαριζόμενος αὐτῷ νίκην κατὰ πάντων τῶν ἐχθρῶν αὐτοῦ.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον εὐλογῆσαι καὶ διαφυλάξαι τὴν εὐμενῆ ἡμῶν Βασίλισσαν ΜΑΡΙΑΝ, τὴν Χήραν Βασίλισσαν Ἀλεξάνδραν, Ἐδουάρδον τὸν Πρίγκιπα τῆς Οὐαλλίας, καὶ ἅπασαν τὴν Βασιλικὴν Οἰκογένειαν.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον φωτίσαι πάντας τοὺς Ἐπισκόπους, τοὺς Πρεσβυτέρους, καὶ τοὺς Διακόνους ἀληθινῇ τῃ ἐπιγνόσει καὶ τῇ συνέσει τοῦ Λόγου σου. καὶ ἵναι διὰ τῆς διδαχῆς καὶ τῆς ἀναστροφῆς αὐτῶν καταγγέλλωσιν αὐτόν, καὶ δείξωσιν αὐτὸν καταλλήλως.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον τοὺς βασιλικοὺς Συμβούλους, καὶ τοὺς Εὐγενεῖς πάντας, ἐνδῦσαι χάριν καὶ σοφίαν καὶ σύνεσιν.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον εὐλογῆσαι καὶ διατηρῆσαι τοὺς Ἄρχοντας, παρέχςν αὐτοῖς χάριν εἰς τὸ ἀπονέμειν τὸ δίκαιον, καὶ εἰς τὸ διαφυλάσσειν τὴν ἀλήθειαν.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον εὐλογῆσαι καὶ διαφυλάξαι πάντα τὸν λαόν σου.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον πᾶσιν ἔθνεσι χαρίσασθαι ἑνότητα, εἰρήνην, καὶ ὁμόνοιαν.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον καρδίαν ἡμῖν δοῦναι τοῦ ἀγαπᾷν καὶ φοβεῖσθαι Σέ, καὶ ἀναστρέφεσθαι ἐπιμελῶς κατὰ τὰς ἐντολάς σου.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον δοῦναι παντὶ τῷ λαῷ σου τὴν αὔξησιν τῆς χάριτος, εἰς τὸ ἀκούειν τὸν Λόγον σου μετὰ ταπεινοφροσύνης, καὶ ἀποδέξασθαι αὐτὸν μετὰ καθαρᾶς διαθέσεως, καὶ ἀπενεγκεῖν τοὺς καρποὺς τοῦ Πνεύματος.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον πεπλανημένους καὶ ἐξηπατημένους πάντας ἐπαναγαγεῖν εἰς τὴν ὁδὸν τῆς ἀληθείας.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον τοὺς ἑστῶτας βεβαιῶσαι, καὶ τοὺς ὀλιγοψύχους παραμυθήσασθαι καὶ βοηθῆσαι, καὶ τοὺς καταρασσομένους ἀνορθῶσαι, καὶ ἐν τέλει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ἡμῶν συντρίψαι.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον βοηθῆσαι, ἀντιλαβέσθαι καὶ παραμυθήσασθαι πάντας τοὺς ἐν κινδύνῳ, θλίψει καὶ ἀνάγκῃ ὄντας.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον διασῶσαι πάντας τοὺς ὁδοιποροῦντας καὶ πλέοντας, πάσας τὰς γυναῖκας τὰς ὠδίνουσας, πάντας τους νοσοῦντας καὶ τοὺς νηπίους, καὶ ἔλεος ποιῆσαι μετὰ πάντων δεσμωτῶν καὶ αἰχμαλώτων.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον ἀναλήψασθαι τοὺς ὀρφανούς, καὶ τὰς χήρας, καὶ πάντας τοὺς μεμονωμένους καὶ θλιβομένους, καὶ προνοῆσαι ὑπὲρ αὐτῶν.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον ἐλεῆσαι πάντας ἀνθρώπους.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον συγχωρῆσαι τοῖς ἐχθροῖς, διώκταις καὶ βλασφήμοις ἡμῶν, καὶ τὰς καρδίας αὐτῶν ἐπιστρέψσαι.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον δοῦναι καὶ συντηρῆσαι εἰς τὴν χρῆσιν ἡμῶν τοὺς φυσικοὺς καρποὺς τῆς γῆς, ὅπως ἐν εὐκαιρίᾳ ἀπολαύσωμεν αὐτῶν.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Εὐδόκησον χαρίσασθαι ἡμῖν ἀληθινὴν μετάνοιαν, καὶ πάσας ἡμῖν ἀφιέναι τὰς ἁμαρτίας, τὰς ἀμελείας καὶ τὰ ἀγνοήματα ἡμῶν, καὶ ἐνδῦσαι ἡμᾶς τὴν χάριν τοῦ ἁγίου σου Πνεύματος, εἰς τὸ ἐπανορθῶσαι τὸν βίον κατὰ τὸν ἅγιόν σου Λόγον.
Δεόμεθά σου, ἐπάκουσον ἡμῶν, Κύριε.
Υἱὲ Θεοῦ δεόμεθά σου, ἐπάκουσον ἡμῶν.
Υἱὲ Θεοῦ δεόμεθά σου, ἐπάκουσον ἡμῶν.Ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Δὸς ἡμῖν τὴν σὴν εἰρήνην.Ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.
Ἐλέησον ἡμᾶς.Χριστέ, ἐπάκοθσον ἡμῶν.
Χριστέ, ἐπάκοθσον ἡμῶν.Κύριε, ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον ἡμᾶς.Χριστέ, ἐλέησον ἡμᾶς.
Χριστέ, ἐλέησον ἡμᾶς.Κύριε, ἐλέησον ἡμᾶς.
Κύριε, ἐλέησον ἡμᾶς.¶ Εἶτα λέγει ὁ Ἱερεύς, καὶ μετ᾽ αὐτοῦ ὁ λαός, τὴν Κυριακὴν Προσευχήν.
ΠAτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον, δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. ̓Αμήν.
Ὁ Ἱερεύς.
Κύριε, μὴ κατὰ τὰς ἁμαρτίας ἡμῶν ποιήσῃς ἡμῖν.
Ἀπόκρισις.
Μηδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταποδώῃς ἡμῖν.
¶ Δεηθῶμεν.
Ὁ Θεός, ὁ Πατὴρ ὁ οἰκτίρμων, ὁ μὴ καταφρονῶν τῶν συντετριμμένων τοὺς στεναγμούς, καὶ τῶν θλιβομένων μὴ παρορῶν τοὺς πόθους. Αύτὸς ἵλεως παράστεηθι ταῖς προσευχαῖς ἡμῶν, ἃς ποιουμεθα ἐνώπιόν σου ἐν πάσαις ταῖς ἐν ὁποιῳδήποτε καιρῷ ἐπικειμέναις ἡμῖν θλίψεσι καὶ δυστυχίαις ἡμῶν. καὶ εὐσπλάγχως ἐπάκουσον ἡμῶν, ἵνα καταργηθῶσι τὰ ὑπὸ τῆς διαβολικῆς ἢ ἀνθρωπίνης μεθοδείας τε καὶ πανουργίας ἐνεργούμενα καθ᾽ ἡμῶν κακά, καὶ τῇ προνοίᾳ τῆς ἀγαθότητός σου διασκεδασθῶσιν, ὅπως ἡμεῖς οἱ δοῦλοί σου, μηδενὶ καταβλαβέντες διωγμῷ, ἐν τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ διαπαντὸς εὐχαριστῶμεν Σοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. [Ἀμήν.]
Ἀνάστα, Κύριε, Βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ Ὀνόματός σου.
Ὁ Θεός, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν, οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν, ἔργον ὅ εἰργάςω ἐν ταῖς ἡμέραις αὐτῶν, ἐν ἡμέραις ἀρχαίαις.
Ἀνάστα, Κύριε, Βοήθησον ἡμῖν, καὶ λύτρωσαι ἡμᾶς ἕνεκεν τοῦ Ὀνόματός σου.
Δόξα τῷ Πατρί, καὶ τῷ Υἱῷ: καὶ τῷ ἁγίῳ Πνεύματι.
Ἀπόκρισις.
Ὥσπερ ἐν ἀρχῇ, καὶ νῦν, καὶ ἀεί: καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀπὸ τῶν ἐχθρῶν ἡμῶν ἡμῶν ῥῦσαι ἡμᾶς, Χριστέ.
Τὴν ταπείνωσιν ἡμῶν μακροθύμως ἴδε.Τὸν πόνον τῶν καρδιῶν ἡμῶν εὐσπλάγχνως ἐπίβλεχον.
Ἵλεως σύγγνωθι ταῖς ἁμαρτίαις τοῦ λαοῦ σου.Εὐμενῶς ἐν ἱλασμῷ ἐνώτισαι τὰς προσευχὰς ἡμῶν.
Υἱὲ Δαβίδ, ἐλέησον ἡμᾶς.Καὶ νῦν καὶ ἀεὶ εὐδόκησον ἐπακοῦσαι ἡμῶν, Χριστέ.
Οἰκτιρμόνως ἐπάκουσον ἡμῶν, Χριστέ. οἰκτιρμόνως ἐπάκουσον ἡμῶν, Δέσποτα Χριστέ.Ὁ Ἱερεύς.
Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾽ ἡμᾶς.
Ἀπόκρισις.
Καθάπερ ἠλπίσαμεν ἐπὶ Σέ.
Δεηθῶμεν.
ΤΑπεινῶς δεόμεθά σου, Πάτερ, ἵλεως ἐπιβλεψον ἐπὶ τὴν ἀσθένειαν ἡμῶν. καὶ ἕνεκεν τῆς δόξης τοῦ Ὀνόματός σου, ἀπόστρεψον ἀφ᾽ ἡμῶν πᾶν κακὸν οὗ ἡμεῖς δικαιότατά ἐσμεν ἄξιοι. καὶ παράσχου ἡμῖν, ἐν πάσῃ θλίψει ἡμῶν ὅλως ἐπὶ τῷ σῷ ἐλέει πεποιθέναι, καὶ διαπαντὸς λατρεύειν σοι ἐν ὁσιότητι καὶ καθαρότητι τοῦ βίου ἡμῶν, εἰς τὴν σὴν τιμὴν καὶ δόξαν, διὰ τοῦ μόνου ἡμῶν Μεσίτου καὶ Παρακλήτου, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀμήν.
¶ Εὐχὴ τοῦ ἁγίου Χρυσοστόμου.
Ὁ Θεὸς ὁ Παντοκράτωρ, ὁ τὰς κοινὰς ταύτας καὶ συμφώνους ἡμῖν χαρισάμενος προσευχάς, ὁ καὶ δυσὶ καὶ τρισὶ συμφωνοῦσιν ἐπὶ τῷ Ὀνόματί σου, τὰς αἰτήσεις παρέχειν ἐπαγγειλάμενος. Αὐτὸς καὶ νῦν, Κύριε, τῶν δούλων σου τὰ αἰτήματα πρὸς τὸ συμφέρον πλήρωσον, χορηγῶν ἡμῖν ἐν τῷ παρόντι αἰῶνι τὴν ἐπίγνωσιν τῆς σῆς ἀληθείας, καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον. Ἀμήν.
¶ Β᾽ πρὸς Κορινθίους ΙΓ᾽
Ἡ Χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος μετὰ πάντων ἡμῶν εἰς τοὺς αἰῶνας. Ἀμήν.
Ἐνταῦθα τελευτᾷ ἡ Λιτανεία.